Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.285 Joseph. AJ 8.289 (English) >>Joseph. AJ 8.293

8.287

Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη δύο καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν. 8.288ἐν δὲ τούτοις τοῖς δυσὶν ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν αὐτὴν προσέμενεν· ἐπιβουλευθεὶς δʼ ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ Ἱεροβοάμου γένος διέφθειρε. 8.289καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ὑπʼ ὀρνίθων. μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην. 8.290

δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτʼ ἐννοούμενος, μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.285 Joseph. AJ 8.289 (English) >>Joseph. AJ 8.293

Powered by PhiloLogic